Jeremiah 31:7-9

Brenton_Greek(i) 7 Ὅτι οὕτως εἶπε Κύριος τῷ Ἰακὼβ, εὐφράνθητε, καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε, καὶ αἰνέσατε· εἴπατε, ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ. 8 Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολὺν, καὶ ἀποστρέψουσιν ὧδε. 9 Ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραὶμ πρωτότοκός μού ἐστιν.