Jeremiah 27:16-18

Brenton_Greek(i) 16 Ὑμῖν, καὶ παντὶ τῷ λαῷ τούτῳ, καὶ τοῖς ἱερεῦσιν ἐλάλησα, λέγων, οὕτως εἶπε Κύριος, μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν, τῶν προφητευόντων ὑμῖν, λεγόντων, ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος· ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν. 17 Οὐκ ἀπέστειλα αὐτούς. 18 Εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι, ὅτι οὕτως εἶπε Κύριος.