Jeremiah 22:8-9

Brenton_Greek(i) 8 Καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης, καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ; 9 Καὶ ἐροῦσιν, ἀνθʼ ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν, καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις, καὶ ἐδούλευσαν αὐτοῖς.