Brenton_Greek(i)
2 Καὶ ἐπάταξεν αὐτὸν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταῤῥάκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.
3 Καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταῤῥάκτου· καὶ εἶπεν αὐτῷ Ἱερεμίας, οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σου, ἀλλʼ ἢ Μέτοικον. 4 Διότι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου· καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται· καὶ σὲ καὶ πάντα Ἰούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς, καὶ κατακόψουσιν ἐν μαχαίραις.