Jeremiah 19:11-12

Brenton_Greek(i) 11 καὶ ἐρεῖς, τάδε λέγει Κύριος, οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. 12 Οὕτως ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ, καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ, τοῦ δοθῆναι τὴν πόλιν ταύτην, ὡς τὴν διαπίπτουσαν.