Jeremiah 11:2-4

Brenton_Greek(i) 2 Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, 3 καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης, 4 ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων, ἀκούσατε τῆς φωνῆς μου, καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν·