Haggai 1:4-9

Brenton_Greek(i) 4 Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται;
5 Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ, τάξατε δὴ καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. 6 Ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονὴν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.
7 Τάδε λέγει Κύριος παντοκράτωρ, θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. 8 Ἀνάβητε εἰς τὸ ὄρος, καὶ κόψατε ξύλα, οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ, καὶ ἐνδοξασθήσομαι, εἶπε Κύριος. 9 Ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτά· διατοῦτο τάδε λέγει Κύριος παντοκράτωρ, ἀνθʼ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,