Brenton_Greek(i)
14 Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραὶμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας.
15 Καὶ εὐλόγησεν αὐτοὺς, καὶ εἶπεν, ὁ Θεὸς, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαὰκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης, 16 ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα· καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου, καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ· καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.