Genesis 41:33-40

Brenton_Greek(i) 33 Νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν, καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου. 34 Καὶ ποιησάτω Φαραὼ καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς· καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γεννήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας, 35 καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων· καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραώ· βρώματα ἐν ταῖς πόλεσι φυλαχθήτω. 36 Καὶ ἔσται τὰ βρώματα τὰ πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἃ ἔσονται ἐν γῇ Αἰγύπτου, καὶ οὐκ ἐκτριβήσεται ἡ γῇ ἐν τῷ λιμῷ. 37 Ἤρεσε δὲ τὸ ῥῆμα ἐναντίον Φαραὼ, καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ.
38 Καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ, μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ; 39 Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, ἐπειδὴ ἔδειξεν ὁ Θεὸς σοι πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου. 40 Σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου· πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ.