Genesis 37:25

Brenton_Greek(i) 25 Ἐκάθισαν δὲ φαγεῖν ἄρτον· καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι Ἰσμαηλῖται ἤρχοντο ἐκ Γαλαάδ· καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμαν θυμιαμάτων καὶ ῥητίνης καὶ στακτῆς, ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.