Genesis 33:9-11

Brenton_Greek(i) 9 Εἶπε δὲ Ἡσαῦ, ἔστι μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά. 10 Εἶπε δὲ Ἰακὼβ, εἰ εὗρον χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ, καὶ εὐδοκήσεις με. 11 Λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς, καὶ ἔστι μοι πάντα· καὶ ἐβιάσατο αὐτὸν, καὶ ἔλαβε·