Brenton_Greek(i)
35 Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ. 36 Καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν, καὶ ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ· Ἰακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. 37 Ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου· καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκὰ· καὶ περισύρων τὸ χλωρὸν, ἐφαίνετο ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε, ποικίλον. 38 Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων, ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους· 39 Καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ῥάβδους· καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. 40 Τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ, καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθʼ ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν. 41 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους. 42 Ἡνίκα δʼ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τά δὲ ἐπίσημα τοῦ Ἰακώβ. 43 Καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα· καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ, καὶ βόες, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ὄνοι.