Brenton_Greek(i)
3 Εἶπε δὲ Ῥαχὴλ τῷ Ἰακὼβ, ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν· καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς. 4 Καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς, αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ. 5 Καὶ συνέλαβε Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν. 6 Καὶ εἶπε Ῥαχὴλ, ἔκρινέ μοι ὁ Θεὸς, καὶ ἐπήκουσε τῆς φωνῆς μου, καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Δάν. 7 Καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ. 8 Καὶ εἶπε Ῥαχὴλ, συναντελάβετό μου ὁ Θεὸς, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Νεφθαλεί.