Brenton_Greek(i)
18 Καὶ εἶπε Λεία, δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθʼ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰσσάχαρ, ὅ ἐστι μισθός. 19 Καὶ συνέλαβεν ἔτι Λεία, καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ. 20 Καὶ εἶπε Λεία, δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαβουλών. 21 Καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δεῖνα.