Genesis 22:15-18

Brenton_Greek(i) 15 Καὶ ἐκάλεσεν Ἄγγελος Κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων, 16 κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ διʼ ἐμέ. 17 Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. 18 Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθʼ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.