Genesis 21:1-4

Brenton_Greek(i) 1 Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε· καὶ ἐποίησε Κύριος τῇ Σάῤῥᾳ, καθὰ ἐλάλησε. 2 Καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἁβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν καθὰ ἐλάλησεν αὐτῷ Κύριος. 3 Καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ. 4 Περιέτεμε δὲ Ἁβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεὸς.