Genesis 18:4-8

Brenton_Greek(i) 4 Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. 5 Καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε. Καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπεν, οὕτω ποίησον, καθὼς εἴρηκας. 6 Καὶ ἔσπευσεν Ἁβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, καὶ εἶπεν αὐτῇ, σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας. 7 Καὶ εἰς τὰς βόας ἔδραμεν Ἁβραὰμ, καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν, καὶ ἔδωκε τῷ παιδὶ, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό. 8 Ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.