Genesis 16:6

Brenton_Greek(i) 6 Εἶπε δὲ Ἅβραμ πρὸς Σάραν, ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ. Καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.