Brenton_Greek(i)
1 Καὶ ὡς ἐτελέσθη ταῦτα, ἤγγισαν πρὸς μὲ οἱ ἄρχοντες, λέγοντες, οὐκ ἐχωρίσθη ὁ λαὸς Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν, τῷ Χανανὶ ὁ Ἐθὶ, ὁ Φερεζὶ, ὁ Ἰεβουσὶ, ὁ Ἀμμωνὶ, ὁ Μωαβὶ, καὶ ὁ Μοσερὶ, καὶ ὁ Ἀμοῤῥὶ, 2 ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν ἑαυτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν· καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν, καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ ἐν ἀρχῇ. 3 Καὶ ὡς ἤκουσα τὸν λόγον τοῦτον, διέῤῥηξα τὰ ἱμάτιά μου, καὶ ἐπαλλόμην, καὶ ἔτιλλον ἀπὸ τῶν τριχῶν τῆς κεφαλῆς μου καὶ ἀπὸ τοῦ πώγωνός μου, καὶ ἐκαθήμην ἠρεμάζων. 4 Καὶ συνήχθησαν πρὸς μὲ πᾶς ὁ διώκων λόγον Θεοῦ Ἰσραὴλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας· κἀγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς.