Ezra 8:25-28

Brenton_Greek(i) 25 Καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου Θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ, καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι. 26 Καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ἑκατὸν, καὶ τάλαντα χρυσίου ἑκατὸν, 27 καὶ καφουρῆ χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χίλιοι, καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ. 28 Καὶ εἶπα πρὸς αὐτούς, ὑμεῖς ἅγιοι τῷ Κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ Κυρίῳ Θεῷ πατέρων ἡμῶν.