Ezekiel 48:1-9

Brenton_Greek(i) 1 Καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βοῤῥᾶν, κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ἠμὰθ αὐλῆς τοῦ Αἰνὰν, ὅριον Δαμασκοῦ πρὸς βοῤῥᾶν κατὰ μέρος Ἠμὰθ αὐλῆς· καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν, Δὰν, μία. 2 Καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἀσσὴρ, μία. 3 Καὶ ἀπὸ τῶν ὁρίων Ἀσσὴρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Νεφθαλίμ, μία. 4 Καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλεὶμ, ἀπὸ ἀνατολῶν, ἕως τῶν πρὸς θάλασσαν, Μανασσῆ, μία. 5 Καὶ ἀπὸ τῶν ὁρίων Μανασσῆ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ὥς τῶν πρὸς θάλασσαν, Ἐφραὶμ, μία. 6 Καὶ ἀπὸ τῶν ὁρίων Ἐφραὶμ· ἀπό τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν, Ῥουβὴν, μία. 7 Καὶ ἀπὸ τῶν ὁρίων Ῥουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἰούδα, μία.
8 Καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ πέντε καὶ εἴκοσι χιλιάδες εὖρος, καὶ μῆκος, καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς, καὶ ἕως τῶν πρὸς θάλασσαν· καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν. 9 Ἀπαρχὴν, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὗρος εἴκοσι πέντε χιλιάδες.