Ezekiel 42:4-13

Brenton_Greek(i) 4 Καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος, καὶ τὰ θυρώματα αὐτῶν πρὸς βοῤῥᾶν, 5 καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως· ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα, 6 καὶ οὕτως στοαί δύο. Διότι τριπλαῖ ἦσαν, καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στῦλοι τῶν ἐξωτέρων· διατοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς.
7 Καὶ φῶς ἔξωθεν, ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας, αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς βοῤῥᾶν, μῆκος πηχῶν πεντήκοντα. 8 Ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ἦν πηχῶν πεντήκοντα, καὶ αὐταί εἰσιν αἱ ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν.
9 Καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς, τοῦ εἰσπορεύεσθαι διʼ αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας, 10 κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου, καὶ τὰ πρὸς Νότον κατὰ πρόσωπον τοῦ Νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου, καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος, καὶ αἱ ἐξέδραι. 11 Καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν, κατὰ τὰ μέτρα ἐξεδρῶν τῶν πρὸς βοῤῥᾶν, καὶ κατὰ τὸ μῆκος αὐτῶν, καὶ κατὰ τὸ εὖρος αὐτῶν, καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν, καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτῶν, καὶ κατὰ τά φῶτα αὐτῶν, καὶ κατὰ τὰ θυρώματα αὐτῶν, 12 τῶν ἐξεδρῶν τῶν πρὸς Νότον, καὶ κατὰ τὰ θυρώματα ἀπʼ ἀρχῆς τοῦ περιπάτου, ὡς ἐπὶ φῶς διαστήματος καλάμου, καὶ κατὰ ἀνατολὰς τοῦ εἰσπορεύεσθαι διʼ αὐτῶν.
13 Καὶ εἶπε πρὸς μὲ, αἱ ἐξέδραι αἱ πρὸς βοῤῥᾶν, καὶ αἱ ἐξέδραι αἱ πρὸς Νότον, οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ, οἱ ἐγγίζοντες πρὸς Κύριον, τὰ ἅγια τῶν ἁγίων, καὶ ἐκεῖ θήσουσι τὰ ἅγια τῶν ἁγίων, καὶ τὴν θυσίαν, καὶ τὰ περὶ ἁμαρτίας, καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος.