Ezekiel 41:13-15

Brenton_Greek(i) 13 Καὶ διεμέτρησε κατέναντι τοῦ οἴκου μῆκος πηχῶν ἑκατὸν, καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα, καὶ οἱ τοῖχοι αὐτῶν μῆκος πηχῶν ἑκατόν. 14 Καὶ τὸ εὖρος κατὰ πρόσωπον τοῦ οἴκου, καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν.
15 Καὶ διεμέτρησε μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου, καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πηχῶν ἑκατὸν τὸ μῆκος· καὶ ὁ ναὸς, καὶ αἱ γωνίαι, καὶ τὸ αἰλὰμ τὸ ἐξώτερον, πεφατνωμένα.