Brenton_Greek(i)
4 Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς, τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου. 5 Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις, ἰδοὺ ἐγὼ φέρω ἐφʼ ὑμᾶς πνεῦμα ζωῆς, 6 καὶ δώσω ἐφʼ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφʼ ὑμᾶς σάρκα, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
7 Καὶ ἐπροφήτευσα, καθὼς ἐνετείλατό μοι· καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.
7 Καὶ ἐπροφήτευσα, καθὼς ἐνετείλατό μοι· καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.