Ezekiel 30:6-8

Brenton_Greek(i) 6 Καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης, μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος. 7 Καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται, 8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπʼ Αἴγυπτον, καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.