Ezekiel 30:4-6

Brenton_Greek(i) 4 Καὶ ἥξει μάχαιρα ἐπʼ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ συμπεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. 5 Πέρσαι, καὶ Κρῆτες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου, μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ. 6 Καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης, μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.