Brenton_Greek(i)
2 Καὶ σὺ υἱὲ ἀνθρώπου εἰπὸν τῷ ἄρχοντι Τύρου, τάδε λέγει Κύριος, ἀνθʼ ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας, θεός εἰμι ἐγὼ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεὸς, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. 3 Μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν; 4 Μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν, καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; 5 Ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.
6 Διατοῦτο τάδε λέγει Κύριος, ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ, 7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν, 8 καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. 9 Μὴ λέγων ἐρεῖς, Θεός εἰμι ἐγὼ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.