Ezekiel 25:6-8

Brenton_Greek(i) 6 Διότι τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐκρότησας τὴν χεῖρά σου, καὶ ἐψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, 7 διατοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
8 Τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Μωὰβ, ἰδοὺ,οὐχ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα;