Ezekiel 23:26-29

Brenton_Greek(i) 26 Καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου. 27 Καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ, καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου· καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπʼ αὐτοὺς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι.
28 Διότι τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφʼ ὧν ἀπέστη ἡ ψυχή σου ἀπʼ αὐτῶν. 29 Καί ποιήσουσιν ἐν σοὶ ἐν μίσει, καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου· καὶ ἀσέβειά σου, καὶ ἡ πορνεία σου