Ezekiel 22:20-22

Brenton_Greek(i) 20 Καθὼς εἰσδέχεται ἄργυρος, καὶ χαλκὸς, καὶ σίδηρος, καὶ κασσίτερος, καὶ μόλιβος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου, καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς, 21 καὶ ἐκφυσήσω ἐφʼ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς. 22 Ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθύσεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφʼ ὑμᾶς.