Ezekiel 19:3-6

Brenton_Greek(i) 3 Καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο, καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε. 4 Καὶ ἤκουσαν κατʼ αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου.
5 Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπʼ αὐτῆς, ἀπώλετο ἡ ὑπόστασις αὐτῆς· καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς· λέοντα ἔταξεν αὐτὸν. 6 Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε,