Ezekiel 17:6-10

Brenton_Greek(i) 6 Καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν, τοῦ ἐπιφαίνεσθαι αὐτὴν τὰ κλήματα αὐτῆς ἐπʼ αὐτό καὶ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν· καὶ ἐγένετο εἰς ἄμπελον, καὶ ἐποίησεν ἀπώρυγας, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς.
7 Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, πολὺς ὄνυξι· καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτὸν, καὶ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς. 8 Εἰς πεδίον καλὸν ἐφʼ ὕδατι πολλῷ αὕτη πιαίνεται, τοῦ ποιεῖν βλαστοὺς, καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
9 Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται; καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς, καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς· 10 Καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψασθαι αὐτῆς ἀνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.