Ezekiel 17:15-21

Brenton_Greek(i) 15 Καὶ ἀποστήσεται ἀπʼ αὐτοῦ, τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν· εἰ κατευθυνεῖ, εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;
16 Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν μὴ ἐν τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετʼ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει, 17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων, τοῦ ἐξᾶραι ψυχάς. 18 Καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην· καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὐτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ, μὴ σωθήσεται.
19 Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, ζῶ ἐγὼ, ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου ἣν παρέβη, καὶ δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ. 20 Καὶ ἐκπετάσω ἐπʼ αὐτὸν τὸ δίκτυον, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ. 21 Ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται· καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα.