Brenton_Greek(i)
37 Διατοῦτο ἰδοὺ ἐγὼ ἐπισυνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠγάπησας, σὺν πᾶσιν οἷς ἐμίσεις, καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν, καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτοὺς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου, 38 καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος, καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου. 39 Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου, καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου· καί ἀφήσουσί σε γυμνὴν, καὶ ἀσχημονοῦσαν.