Ezekiel 12:22-28

Brenton_Greek(i) 22 υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ ὑμῖν ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέγοντες, μακρὰν αἱ ἡμέραι, ἀπόλωλεν ὅρασις; 23 Διατοῦτο εἰπὸν πρὸς αὐτοὺς,
Τάδε λέγει Κύριος, καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσι τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ἰσραὴλ, ὅτι λαλήσεις πρὸς αὐτοὺς, ἠγγίκασιν αἱ ἡμέραι, καὶ λόγος πάσης ὁράσεως. 24 Ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς, καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. 25 Διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω, καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος.
26 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 27 υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν, ἡ ὅρασις ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. 28 Διατοῦτο εἰπὸν πρὸς αὐτοὺς,
Τάδε λέγει Κύριος, οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος.