Exodus 3:6-7

Brenton_Greek(i) 6 Καὶ εἶπεν, ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἁβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ, εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ. 7 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν,