Brenton_Greek(i)
1 36:8(39:1) Καὶ ἐποίησε πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν ἁγίων, αἵ εἰσιν Ἀαρὼν τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
2 36:9(39:2) Καὶ ἐποίησε τὴν ἐπωμίδα ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης·
3 36:10(39:3) καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ, καὶ τῇ πορφύρᾳ, καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ, καὶ τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό·
4 36:1(39:4)1 ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθʼ ἑαυτό.
5 36:12(39:5) Ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ·
6 36:13(39:6) καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ, γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐγκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραήλ·
7 36:14(39:7) καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραήλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
8 36:15(39:8) Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης· 9 36:16(39:9) τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον· σπιθαμῆς τὸ μῆκος, καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν. 10 36:17(39:10) Καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς· 11 36:18(39:11) καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· 12 36:19(39:12) καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος· 13 36:20(39:13) καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ, καὶ συνδεδεμένα χρυσίῳ. 14 36:21(39:14) Καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμένα εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς. 15 36:22(39:15) Καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ. 16 36:23(39:16a) Καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς, καὶ δύο δακτυλίους χρυσοῦς· 36:24(39:16b) καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπʼ ἀμφοτέρας τὰς ἀρχάς τοῦ λογείου. 17 36:25(39:17) Καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπʼ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου· καὶ εἰς τὰς δύο συμβολάς τὰ δύο ἐμπλόκια. 18 36:26(39:18) Καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον. 19 36:27(39:19) Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπʼ ἄκρου τοῦ λογείου, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν· 20 36:28(39:20) Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ, κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος· 21 36:29(39:21) καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπʼ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 22 36:30(39:22) Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντόν, ὅλον ὑακίνθινον· 23 36:31(39:23) τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διϋφασμένον συμπλεκτὸν, ὤαν ἔχον κύκλῳ τὸ περιστόμιον ἀδιάλυτον· 24 36:32(39:24) Καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοΐσκους, ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης. 25 36:33(39:25) Καὶ ἐποίησαν κώδωνας χρυσοῦς, καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοΐσκων· 26 36:34(39:26) κώδων χρυσοῦς καὶ ῥοΐσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ, εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 27 36:35(39:27) Καὶ ἐποίησαν χιτῶνας βυσσίνους, ἔργον ὑφαντόν, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, 28 36:36(39:28) καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης, 29 36:37(39:29) καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 30 36:38(39:30a) Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ· 36:39(39:30b) καὶ ἔγραψεν ἐπʼ αὐτοῦ γράμματα ἐκτετυπωμένα, σφραγῖδος Ἁγίασμα Κυρίῳ. 31 36:40(39:31) Καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθυνον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν μίτραν ἄνωθεν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
32 39:11(39:32a) καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν· 39:12(39:32b) Τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι Κυρίου· 39:13(39:32c) Καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον, καὶ πορφύραν, καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς Ἀαρὼν, ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ· 33 39:14(39:33) Καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυσῆν, καὶ τὴν σκηνὴν, καὶ τὰ σκεύη αὐτῆς, τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτῆς, καὶ τοὺς στύλους· 34 35 39:15(39:35) Καὶ τὴν κιβωτὸν τῆς διαθήκης, καὶ τοὺς διωστῆρας αὐτῆς· καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ.
36 39:18(39:36) Καὶ τὴν τράπεζαν τῆς προθέσεως, καὶ πάντα τὰ σκεύη αὐτῆς· καὶ τοὺς ἄρτους τοὺς προκειμένους· 37 39:17(39:37) καὶ τοὺς λύχνους αὐτῆς, λύχνους τῆς καύσεως, καὶ τὸ ἔλαιον τοῦ φωτός· 38 39:16(39:38) Καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως, καὶ τὴν λυχνίαν τὴν καθαρὰν, 39 40 39:20(39:40a) Καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τοὺς στύλους· καὶ τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς, καί τῆς πύλης τῆς αὐλῆς· 39:21(39:40b) Καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς, καὶ πάντα τὰ ἐργαλεῖα αυτῆς· καὶ τὰς διφθέρας δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ τὰ καλύμματα ὑακίνθινα, καὶ τῶν λοιπῶν τὰ ἐπικαλύμματα· καὶ τοὺς πασσάλους, καὶ πάντα τὰ ἐργαλεῖα τὰ εἰς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου· 41 39:19(39:41) Καὶ τὰς στολὰς τοῦ ἁγίου, αἵ εἰσιν Ἀαρὼν, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ, εἰς τὴν ἱερατείαν· 42 39:22(39:42) Ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάσαν τὴν ἀποσκευήν· 43 39:23(39:43) Καὶ εἶδε Μωυσῆς πάντα τὰ ἔργα, καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν αὐτὰ, καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς.