Exodus 20:8-10

Brenton_Greek(i) 8 Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. 9 Ἓξ ἡμέρας ἐργᾷ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου. 10 Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ, σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον σὺ, καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου, καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί.