Brenton_Greek(i)
9 Εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα, ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα· εἶπε δὲ ὁ βασιλεὺς, σταυρωθήτω ἐπʼ αὐτοῦ. 10 Καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου ὃ ἡτοιμάσθη Μαρδοχαίῳ· καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.