Esther 7:5-10

Brenton_Greek(i) 5 Εἶπε δὲ ὁ βασιλεύς, τίς οὗτος, ὅστις ἐτόλμησε ποιῆσαι τὸ πρᾶγμα τοῦτο; 6 Εἶπε δὲ Ἐσθήρ, ἄνθρωπος ἐχθρὸς Ἀμὰν, ὁ πονηρὸς οὗτος. Ἀμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης.
7 Ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Ἀμὰν παρῃτεῖτο τὴν βασίλισσαν· ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.
8 Ἐπέστρεψε δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου. Ἀμὰν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην, ἀξιῶν τὴν βασίλισσαν· εἶπε δὲ ὁ βασιλεύς, ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ. 9 Εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα, ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα· εἶπε δὲ ὁ βασιλεὺς, σταυρωθήτω ἐπʼ αὐτοῦ. 10 Καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου ὃ ἡτοιμάσθη Μαρδοχαίῳ· καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.