Deuteronomy 9:4-5

Brenton_Greek(i) 4 Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου, λέγων, διὰ τὰς δικαιοσύνην μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γὴν τὴν ἀγαθὴν ταύτην. 5 Οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἵνα στήσῃ τὴν διαθήκην, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.