Brenton_Greek(i)
31 Σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτοὺς, καί ποιείτωσαν οὕτως ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ. 32 Καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεὸς σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, 33 κατὰ πᾶσαν τὴν ὁδὸν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεὸς σου πορεύεσθαι ἐν αὐτῇ, ὅπως καταπαύσῃ σε, καὶ εὖ σοι ᾖ καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς ἣν κληρονομήσετε.
6 1 Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν. 2 Ἵνα φοβῆσθε Κύριον τὸν Θεὸν ὑμῶν, φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.