Deuteronomy 33:13-16

Brenton_Greek(i) 13 Καὶ τῷ Ἰωσὴφ εἶπεν, ἀπʼ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ, καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, 14 καὶ καθʼ ὥραν γεννημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, 15 ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων, 16 καὶ καθʼ ὥραν γῆς πληρώσεως· καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπʼ ἀδελφοῖς.