Deuteronomy 22:9-11

Brenton_Greek(i) 9 Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γέννημα, καὶ τὸ σπέρμα ὃ ἐὰν σπείρῃς μετὰ τοῦ γεννήματος τοῦ ἀμπελῶνός σου. 10 Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. 11 Οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ.