Deuteronomy 16:1-9

Brenton_Greek(i) 1 Φυλάξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα Κυρίῳ τῷ Θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός. 2 Καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ Θεῷ σου πρόβατα καὶ βόας ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. 3 Οὐ φαγῇ ἐπʼ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φαγῇ ἐπʼ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. 4 Οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τοπρωΐ. 5 Οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι· 6 ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου. 7 Καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φαγῇ ἐν τῷ τόπῳ, οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν· καὶ ἀποστραφήσῃ τοπρωῒ, καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου. 8 Ἓξ ἡμέρας φαγῇ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον ἑορτὴ Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ.
9 Ἑπτὰ ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ· ἀρξαμένου σου δρέπανον ἐπʼ ἀμητὸν, ἄρξῃ ἐξαριθμῆσαι ἑπτὰ ἑβδομάδας.