Deuteronomy 12:9-10

Brenton_Greek(i) 9 Οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν, καὶ εἰς τὴν κληρονομίαν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν. 10 Καὶ διαβήσεσθε τὸν Ἰορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλείας.