Daniel 10:17-19

Brenton_Greek(i) 17 Καὶ πῶς δυνήσεται ὁ παῖς σου, κύριε λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου; καὶ ἐγὼ, ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχὺς, καὶ πνεῦμα οὐχ ὑπελείφθη ἐν ἐμοί. 18 Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με, 19 καὶ εἶπέ μοι, μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε· καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ, ἴσχυσα, καὶ εἶπα, λαλείτω ὁ κύριός μου, ὅτι ἐνίσχυσάς με.