2 Samuel 8:8-11

Brenton_Greek(i) 8 Καὶ ἐκ τῆς Ματεβὰκ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἀδρααζὰρ ἔλαβεν ὁ βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησε Σολομῶν τὴν θάλασσαν τὴν χαλκῆν, καὶ τοὺς στύλους, καὶ τοὺς λουτῆρας, καὶ πάντα τὰ σκεύη.
9 Καὶ ἤκουσε Θοοὺ ὁ βασιλεὺς Ἡμὰθ, ὅτι ἐπάταξε Δαυὶδ πᾶσαν τὴν δύναμιν Ἀδρααζὰρ, 10 καὶ ἀπέστειλε Θοοὺ Ἰεδδουρὰμ τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ, καὶ ἐπάταξεν αὐτὸν, ὅτι ἀντικείμενος ἦν τῷ Ἀδρααζάρ· καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ, καὶ σκεύη χαλκᾶ. 11 Καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ, μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν,