Brenton_Greek(i)
1 Καὶ συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ Ἰσραὴλ, ὡς ἑβδομήκοντα χιλιάδας. 2 Καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφʼ ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβὶν ἐπʼ αὐτῆς.