Brenton_Greek(i)
22 Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων. 23 Καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου· καὶ εἶπε Κύριος, οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος. 24 Καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτοὺς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.